Σελίδες

Σάββατο 30 Ιουλίου 2016

Ο ΠΡΩΗΝ ΤΡΑΓΟΥΔΙΣΤΗΣ & ΣΤΙΧΟΥΡΓΟΣ ΕΛΛΗΝΙΚΟΥ ROCK ΣΥΓΚΡΟΤΗΜΑΤΟΣ ΙΩΑΝΝΗΣ ΤΣΙΛΙΜΙΓΚΑΚΗΣ ΓΡΑΦΕΙ ΤΡΟΠΑΡΙΑ ΓΙΑ ΤΗΝ ΠΑΝΑΓΙΑ ΤΗΝ ΑΡΙΖΟΝΙΤΙΣΣΑ

Ο πρώην τραγουδιστής & στιχουργός ελληνικού Rock συγκροτήματος Ιωάννης Τσιλιμιγκάκης γραφει τροπάρια για την Παναγία την Αριζονίτισσα, τη θαυματουργική Ι. Εικόνα της Παναγίας που βρίσκεται στη Μονή Αγίου Αντωνίου στην Arizona των ΗΠΑ
AMERICA OF MY HEART

Τῆς Θεοτόκου τῇ ἁγίᾳ εἰκόνι, ἐν Ἀντωνίου τοῦ Μεγάλου τῇ Μάνδρᾳ, πανευλαβῶς προσπίπτομεν βοῶντες αὐτῇ· Πρόφθασον Ἀριζονίτισσα, καὶ τὰ νέφη ἀφάνισον, πειρασμῶν καὶ θλίψεων, ἐκ πιστῶν τοῦ Υἱοῦ σου, τῶν τρυχομένων πάθεσι δεινοῖς, καὶ ἐλπιζόντων, τυχεῖν τοῦ ἐλέους σου.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Θεὸν ἡ κυήσασα ἐν σαρκί, πιστῶς προσκυνοῦμεν, τὴν εἰκόνα σου τὴν σεπτήν, ἐν Μάνδρᾳ ἁγίου Ἀντωνίου, Ἀριζονίτισσα Κόρη θεόνυμφε.

Εἰκόνι σου Μῆτερ τοῦ Ἰησοῦ, τῇ θαυματοβρύτῳ, νῦν προσπίπτω πανευλαβῶς, θερμῶς ἐξαιτούμενος τὴν λύσιν, τῶν ἐγκλημάτων μου θείαις πρεσβείαις σου.

Ὀρθόδοξοι σπεύδουσιν ὁμαδόν, εἰς τὴν Ἀριζόναν, προσκυνῆσαι θαυματουργόν, εἰκόνα Δεσποίνης Θεοτόκου, καὶ ἐπουράνιον χάριν ἀρύσασθαι.
Τειχίζουσα χώραν Ἀμερικῆς, Παρθένε μὴ παύσῃ, τὴν ξενίζουσαν ἐν αὐτῇ, εἰκόνα σου θείαν Θεοτόκε, τὴν τῶν θαυμάτων βλυστάνουσαν χάριτας.
Κακωθεῖσαν ψυχήν μου, ὑπὸ παθῶν ἴασαι, ταῖς θεοπροσδέκτοις εὐχαῖς σου, Ἀριζονίτισσα, ἵνα βαδίσω ὁδόν, τῶν ἐντολῶν τοῦ Υἱοῦ σου, ἀκλινῶς ἐν βίῳ μου, Μῆτερ ἀπείρανδρε. 

Οὐρανίων χαρίτων, καὶ δωρεῶν ἔμπλησον, ὡς τῶν Οὐρανῶν Πλατυτέρα, καὶ κόσμου Ἄνασσα, τοὺς προσκυνοῦντας πιστῶς, ἐν Ἀριζόνης τῇ Μάνδρᾳ, τὴν σεπτὴν εἰκόνα σου, Νύμφη ἀνύμφευτε.

Εἰκόνα σου, Ἀριζονίτισσα μῆτερ Ὑπεραγία, προσκυνοῦντες πανευλαβῶς αἰτοῦμεν τὴν χάριν σου, τὴν σκέπουσαν πάντας τοὺς ὀρθοδόξους.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Ἐν γῇ αὐχμηρᾷ, τὸ πρὶν Ἀριζονίτισσα, προχέεις κρουνούς, τῶν θείων θαυμασίων σου, τοῖς πιστῶς προσπίπτουσι, σῇ εἰκόνι Νύμφη ἀνύμφευτε, καὶ ποθοῦσιν ὅλῃ ψυχῇ, τυχεῖν τοῦ ἐλέους, σοῦ Υἱοῦ καὶ Θεοῦ.

Ἀριζόνα ἀγάλλεται, καὶ πανηγυρίζει ἡ πάλαι ἄνικμος· ἐν γὰρ ταύτῃ βρύει χάριτας, ἡ σεπτὴ εἰκών σου Θεονύμφευτε.

Ἱκετεύσωμεν ἅπαντες, τὴν τὰ δευτερεῖα Τριάδος ἔχουσαν, ἵνα πέμψῃ ταῖς ψυχαῖς ἡμῶν, μετανοίας χάριν τὴν σωτήριον.

Νέους τοῦ Χριστοῦ, στρατιώτας ἐνδυνάμωσον, ἐν τῷ αγῶνι τῷ καλῷ κατ’ ἐχθροῦ, τοῦ παγκακίστου, ἀγαθὴ Ἀριζονίτισσα.

Ἴασιν ψυχῆς, Ἀειπάρθενε παράσχου μοι, προσπεφευγότι ἀντιλήψει τῇ σῇ, καὶ προσκυνοῦντι, σὴν εἰκόνα ἐν ἁπλότητι.

Σωτήριον τὸ τοῦ κόσμου ἔτεκες, ἐν γαστρί σου ἀπειράνδρως Παρθένε· διὸ ἡμεῖς κατὰ χρέος σε πάντες, ἐν εὐλαβείᾳ ψυχῆς μεγαλύνομεν, καὶ γόνυ κλίνομεν πιστῶς, πρὸ εἰκόνος σου Μῆτερ τοῦ Κτίστου σου.

Συῤῥέουσι Θεοτόκε πάντοθεν, οἱ πιστοὶ ἐν εὐφροσύνῃ ἐνθέῳ, εἰς τὴν Μονὴν τοῦ κλεινοῦ Ἀντωνίου, τοῦ μοναζόντων χοροῦ προεξάρχοντος, ἐν ᾗ εἰκών σου ἡ σεπτή, τεθησαύρισται χάριν προχέουσα.

Ἀντίδικος καθ’ ἡμῶν κεκίνηται, ἐν ἐχθίστῃ διαθέσει Παρθένε, τοῦ συλλαβεῖν τὰς ψυχὰς ἡμῶν δόλῳ, καὶ ἐμβαλεῖν εἰς τὸ πῦρ τῆς κολάσεως· ὃν δίωκε πόῤῥω ἡμῶν, τῶν τιμώντων τὴν θείαν εἰκόνα σου.

Εἰκόνα σου, Ἀριζονίτισσα μῆτερ Ὑπεραγία, προσκυνοῦντες πανευλαβῶς αἰτοῦμεν τὴν χάριν σου, τὴν σκέπουσαν πάντας τοὺς ὀρθοδόξους.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Ἀριζόνα ἡ ἀγονωτάτη πρὶν ἔρημος, σκιρτησάτω ἐν ἀγαλλιάσει τῷ Κτίσαντι, ἐκβοῶσα πανευλαβῶς ᾠδὴν πνευματικήν· Χριστὲ δόξα σοι Παμβασιλεῦ· τῆς γὰρ Μητρός σου ἡ εἰκών, θείοις ῥείθροις πεπότικε, γῆν μου ἑπταπλασίως, τὴν πάλαι αὐχμηροτάτην, τοὺς δὲ κατοίκους τοὺς ἐμούς, θείοις δόμασι πεπλούτικε.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Ἔρημος δεδρόσισται, ἡ ἀγεώργητος πάλαι, δρόσῳ τῶν χαρίτων σου, ὦ Ἀριζονίτισσα, ὑπερύμνητε, καὶ Μονὴ γάνυται, Ἀντωνίου θείου, ὡς πλουτοῦσα τὴν εἰκόνα σου, τὴν θαυματόβρυτον, καὶ πανευλαβῶς ἀνακράζει σοι· Παρθένε παναμώμητε, Λόγον ἡ τεκοῦσα τὸν ἄναρχον, σκέπε ἀοράτως, πιστοὺς τοὺς προσκυνοῦντας εὐλαβῶς, ἱερωτάτην εἰκόνα σου, Νέου Κόσμου σέμνωμα.

Ὑμνοῦμέν σε Παρθένε, τὴν πανθαύμαστον χώραν, τοῦ Ἀχωρήτου παντί, καὶ αἶνον ἐκ καρδίας, μορφῇ σου τῇ ἁγίᾳ, ἀναπέμπομεν λέγοντες· Ὡς ἱερὰ ἡ εἰκών, τῆς Ἀριζονιτίσσης.

Νικῆσαι τὴν τοῦ κόσμου, ματαιότητα πᾶσαν, σοὺς ταπεινοὺς μοναστάς, ἀξίωσον Παρθένε, τοὺς ὕμνον καθ’ ἑκάστην, ἐκ καρδίας σοι ψάλλοντας· Ὡς ἱερὰ ἡ εἰκών, τῆς Ἀριζονιτίσσης.

Ὡραιοτάτη, ἡ σὴ εἰκὼν καὶ ἁγία, ὄντως πέλει ὡς θείαν μορφήν σου, καὶ ὡραιοτάτην, Παρθένε ἱστοροῦσα.

Ἵνα δοξάζω, τὸν σὸν Υἱὸν Θεοτόκε, ἐν τῇ ἄνω αὐτοῦ Βασιλείᾳ, φρούρει με ἐν βίῳ, ἐκ πάσης ἁμαρτίας.
Νῦν ἔγνω Νέος Κόσμος, Πνεύματι Ἁγίῳ, τὴν σὴν ἰσχὺν Θεοτόκε δι’ ἧς εὐχερῶς, μεταποιεῖς τὰς ἐρήμους, Θεοῦ τῇ χάριτι.
Νεότητα εὐλόγει, τὴν πολεμουμένην, ὑπὸ παθῶν ἀτιμίας ἁγνὴ Μαριάμ, καὶ καθαρὰν τῷ Υἱῷ σου, αὐτὴν παράστησον.
Ὀρθρίζοντας ἐν Μάνδρᾳ, θείου Ἀντωνίου, πρὸ τῆς εἰκόνος σου σῷζε τοὺς σοὺς μοναστάς, Ἀριζονίτισσα θεία, ὡς μήτηρ εὔσπλαγχνος.

Ἀριζονιτίσσης τὴν ἱεράν, εἰκόνα τιμῶμεν, εὐλογοῦντες τὴν Μαριάμ, Λόγου τὴν Μητέρα, πιστῶν τὴν προστασίαν, Ἀμερικῆς δὲ χώρας, πλοῦτον ἀτίμητον.

Χαίρει Ἀριζόνα πνευματικῶς, ἐπὶ τῇ εἰκόνι, Θεοτόκου τῇ ἱερᾷ, τῇ κατακοσμούσῃ, ἁγίου Ἀντωνίου, Μονὴν ἱερωτάτην, οὗ τεθησαύρισται.

Ἄνικμον ψυχήν μου καὶ αὐχμηράν, δρόσισον Παρθένε, οὐρανόθεν ταῖς σαῖς λιταῖς, τὴν ἠρημωμένην, τοῖς πάθεσι τοῦ βίου, καὶ τεταπεινωμένην, Ἀριζονίτισσα.

Δαίμονες οὐ φέρουσι καθορᾶν, εἰκόνα τὴν θείαν, θεομήτορος Μαριάμ, Ἀριζονιτίσσης· διὸ κατῃσχυμμένοι, αὐτῆς τὰ μεγαλεῖα, τρόμω κηρύττουσι.
Δεῦτε ἐν φαιδρότητι καὶ χαρᾷ, ἁγίαν εἰκόνα, προσκυνήσωμεν οἱ πιστοί, ἁγνῆς Θεοτόκου, τῆς Ἀριζονιτίσσης· τοῖς γὰρ ἐμπεριστάτοις, βρύει ἰάματα.

Χώραν ἐπευλόγει Ἀμερικῆς, Ἀχωρήτου χώρα, τὴν τιμῶσάν σου τὴν σεπτήν, εἰκόνα ἐν Μάνδρᾳ, ἁγίου Ἀντωνίου, καὶ εἰς Ὀρθοδοξίαν, τὰ ἔθνη ἕλκυσον.

Ἡ ἠρημωμένη μου καὶ πτωχή, ψυχή σοι κραυγάζει, θεονύμφευτε Μαριάμ· Ὥσπερ Ἀριζόναν, δροσίζεις χάριτί σου, οὕτω κἀμὲ Παρθένε, τάλαιναν δρόσισον.

Τὴν σεπτήν σου εἰκόνα Ἀριζονίτισσα, ἐν Ἀντωνίου τοῦ θείου ἱερωτάτῃ Μονῇ, εὐλαβείᾳ καὶ χαρᾷ κατασπαζόμεθα, ὅτι δωρεῖται τοῖς πιστοῖς, ἐν πικρίᾳ γλυκασμόν, ἐν θλίψει παραμυθίαν, πλατυσμὸν ἐν στενοχωρίᾳ, καὶ δωρεῶν πνευματικῶν πλησμονήν.

Χαίρει Ἀριζόνα ἐν Χριστῷ, ὅτι ἐν Μονῇ Ἀντωνίου, τοῦ ἀρχηγοῦ μοναστῶν, θεία τεθησαύρισται εἰκών σου πάναγνε, Θεοτόκε προχέουσα, ἰάσεων ῥεῖθρα, καὶ τὴν ἀπολύτρωσιν, ἐκ περιστάσεων, πᾶσι τοῖς ἐν πίστει βεβαίᾳ, κλίνουσι τῇ θείᾳ μορφῇ σου, γόνατα ψυχῆς τε καὶ τοῦ σώματος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου