Σελίδες

Κυριακή 25 Νοεμβρίου 2018

ΑΓΙΑ ΑΙΚΑΤΕΡΙΝΗ - ΑΠΟΛΥΤΙΚΙΟΝ - ΚΟΝΤΑΚΙΟΝ - ΚΑΘΙΣΜΑ - ΟΙΚΟΣ - ΜΕΓΑΛΥΝΑΡΙΟΝ



ΑΠΟΛΥΤΙΚΙΟΝ
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

Τὴν πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερίναν τὴν θείαν καὶ πολιοῦχον Σινᾶ, τὴν βοήθειαν ἡμῶν καὶ ἀντίληψιν· ὅτι ἐφίμωσε λαμπρῶς, τοὺς κομψοὺς τῶν ἀσεβῶν, τοῦ Πνεύματος τῇ δυνάμει, καὶ νῦν ὡς Μάρτυς στεφθεῖσα, αἰτεῖται πᾶσι τὸ μέγα ἔλεος.


Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.

Τὴν σοφίαν ἄνωθεν, κομισαμένη τοῦ λόγου, τῶν ῥητόρων ἤλεγξας, τὰς φληναφίας εὐτόνως· κάλλεσι, τῆς παρθενίας ὡραϊσμένη, αἵμασι, τῆς μαρτυρίας πεποικιλμένη· διὰ τοῦτό σε ὡς νύμφην, Αἰκατερίνα Χριστὸς προσήκατο.


Κάθισμα
Ἦχος δ'. Κατεπλάγη Ἰωσὴφ.

Ἡ παρθένος καὶ σεμνή, Αἰκατερῖνα ἡ σοφή, τῇ δυνάμει τοῦ Χριστοῦ, ἐπιρρωσθεῖσα ἀληθῶς, ἀγαλλομένη εἰσέρχεται ἐν σταδίῳ, καὶ τύραννον ὠμόν, καταβαλοῦσα στερρῶς, καὶ πᾶσαν τὴν πληθύν, τῶν δυσσεβούντων ἐχθρῶν, μετ' εὐφροσύνης ἔψαλλεν, ἀκαταπαύστως μεγάλῃ φωνῇ· Χριστέ μου δόξα, Σωτὴρ καὶ ῥύστα, σὺ οὖν δέξαι τὸ πνεῦμά μου.


Ὁ Οἶκος

Τὴν ἐκ Θεοῦ σοφίαν λαβοῦσα παιδόθεν ἡ Μάρτυς, καὶ τὴν ἔξω καλῶς σοφίαν πᾶσαν μεμάθηκε, γνοῦσα δὲ ἐκ ταύτης τὴν τῶν στοιχείων κίνησίν τε καὶ ποίησιν κατὰ λόγον, καὶ τὸν αὐτὰ ἐξ ἀρχῆς διὰ λόγου ποιήσαντα, αὐτῷ τὴν εὐχαριστίαν ἐν νυκτὶ καὶ ἡμέρᾳ προσέφερε· τὰ δὲ εἴδωλα καθεῖλε, καὶ τοὺς ταῦτα ἀφρόνως λατρεύοντας, Ῥητόρων τὴν γνῶσιν καταπτύσασα.


Αἰκατερῖνα, καὶ σοφὴ καὶ παρθένος·
Ἐκ δὲ ξίφους, καὶ Μάρτυς, ὦ καλὰ τρία!
Εἰκάδι πέμπτῃ ἄορ κατέπεφνεν ῥήτορα Κούρην.

Μεγαλυνάριον

Νύμφη τοῦ Σωτῆρος πανευκλεής, αἴγλῃ παρθενίας,καὶ σοφίας τῇ καλλονῇ, καὶ μαρτύρων ἄθλοις, λαμπρῶς πεποικιλμένη,Αἰκατερίνα ὤφθης ὡς καλλιπάρθενος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου