Χαίρε Νύμφη ανύμφευτε!
ΑΝ ΒΙΑΖΕΣΑΙ ΝΑ ΔΕΙΣ ΤΟΝ ΚΟΣΜΟ ΝΑ ΓΙΝΕΤΑΙ ΚΑΛΥΤΕΡΟΣ, ΑΡΧΙΣΕ ΑΠΟ ΤΟΝ ΕΑΥΤΟ ΣΟΥ. ΕΙΝΑΙ Ο ΣΥΝΤΟΜΟΤΕΡΟΣ ΔΡΟΜΟΣ.
Παρασκευή 9 Απριλίου 2021
Παρασκευή 2 Απριλίου 2021
Δευτέρα 29 Μαρτίου 2021
Παρασκευή 19 Μαρτίου 2021
Δευτέρα 15 Μαρτίου 2021
ΟΣΙΟΣ ΦΙΛΩΝ Ο ΘΑΥΜΑΤΟΥΡΓΟΣ: ΜΙΑ ΠΡΟΣΕΥΧΗ!
ΠΡΟΣΕΥΧΗ ΤΟΥ ΟΣΙΟΥ ΦΙΛΩΝΑ
ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός
μου,
ὅπου διὰ τὴν σωτηρίαν
τῶν ἀνθρώπων ἐκατέβης εἰς τὴν γῆν,
καὶ ἐφόρησας τὴν σάρκα
τοῦ δούλου σου,
καὶ ἔπαθες τόσους
πειρασμοὺς ἀπὸ τὸν κόσμον,
ὅπου ἐσταυρώθης, ἐτάφης
καὶ ἀνέστης, ἔσωσας τὸν ἄνθρωπον,
ἔτσι οἰκονόμησον καὶ τώρα,
διὰ νὰ σωθοῦν καὶ ἐτοῦτοι
οἱ πεπλανημένοι ἄνθρωποι,
ὅπου τοὺς ἐπλάνεσεν ὁ
διάβολος.
Κυριακή 14 Μαρτίου 2021
ΠΡΟΣΕΥΧΗ ΜΕΤΑΝΟΙΑΣ: ΕΛΕΗΜΟΝ, ΕΛΕΗΣΟΝ ΜΕ ΤΟΝ ΠΑΡΑΠΕΣΟΝΤΑ!
Εκάθισεν Αδάμ τότε, και έκλαυσε απέναντι
της τρυφής του Παραδείσου,
χερσί τύπτων τας όψεις, και έλεγεν:
Ελεήμον, ελέησόν με τον παραπεσόντα...
Ιδών Αδάμ τον Άγγελον ωθήσαντα
και κλείσαντα
την του θείου κήπου θύραν,
αναστέναξε μέγα, και έλεγεν
Ελεήμον ελέησόν με τον παραπεσόντα.
Συνάλγησον Παράδεισε,
τω κτήτορι πτωχεύσαντι,
και τω ήχω των ιδίων φύλλων
Ίκέτευσον τον Πλάστην
μη κλείση με.
Ελεήμον ελέησόν με τον παραπεσόντα.
Παράδεισε πανάρετε, πανάγιε, πανόλβιε
ο δι Αδάμ πεφυτευμένος, και δια την Εύαν κεκλεισμένος,
ικέτευσον Θεόν δια τον παραπεσόντα.
Ελεήμον ελέησόν με τον παραπεσόντα.
Δευτέρα 18 Ιανουαρίου 2021
ΑΓΙΟΣ ΑΘΑΝΑΣΙΟΣ: ΤΟ ΣΥΜΒΟΛΟ ΤΗΣ ΠΙΣΤΕΩΣ!
Τὸ Σύμβολο τῆς Πίστεως
1. Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε
πάντων καὶ ἀοράτων.
2. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ
Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸνἐκ Θεοῦ ἀληθινοῦ,
γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο.
3. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν
καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.
4. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα.
5. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς.
6. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.
7. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ
ἔσται τέλος.
8. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον,
τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν.
9. Εἰς μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν.
10. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.
11. Προσδοκῶ ἀνάστασιν νεκρῶν.
12. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.
Ἀμήν.
Σάββατο 2 Ιανουαρίου 2021
Πέμπτη 31 Δεκεμβρίου 2020
Τρίτη 29 Δεκεμβρίου 2020
Τετάρτη 23 Δεκεμβρίου 2020
Κυριακή 29 Νοεμβρίου 2020
ΨΑΛΜΟΣ 50: ΕΛΕΗΣΟΝ ΜΕ Ο ΘΕΟΣ, ΚΑΤΑ ΤΟ ΜΕΓΑ ΕΛΕΟΣ ΣΟΥ!
ΚΥΡΙΕ ΤΩΝ ΔΥΝΑΜΕΩΝ!
Κύριε των Δυνάμεων, μεθ' ημών γενού, άλλον γαρ εκτός σου βοηθόν, εν θλίψεσιν ουκ έχομεν, Κύριε των Δυνάμεων, ελέησον ημάς.
Στίχ. Αινείτε τον Θεόν εν τοις Αγίοις αυτού, αινείτε αυτόν εν στερεώματι της δυνάμεως αυτού.
Κύριε των Δυνάμεων, μεθ' ημών γενού, άλλον γαρ εκτός σου βοηθόν, εν θλίψεσιν ουκ έχομεν, Κύριε των Δυνάμεων, ελέησον ημάς.
Στίχ. Αινείτε αυτόν επί ταις δυναστείας αυτού, αινείτε αυτόν κατά το πλήθος της μεγαλωσύνης αυτού.
Κύριε των Δυνάμεων, μεθ' ημών γενού, άλλον γαρ εκτός σου βοηθόν, εν θλίψεσιν ουκ έχομεν, Κύριε των Δυνάμεων, ελέησον ημάς.
Στίχ. Αινείτε αυτόν εν ήχω σάλπιγγος, αινείτε αυτόν εν ψαλτηρίω και κιθάρα.
Κύριε των Δυνάμεων, μεθ' ημών γενού, άλλον γαρ εκτός σου βοηθόν, εν θλίψεσιν ουκ έχομεν, Κύριε των Δυνάμεων, ελέησον ημάς.
Στίχ. Αινείτε αυτόν εν τυμπάνω και χορώ, αινείτε αυτόν εν χορδαίς και οργάνω.
Κύριε των Δυνάμεων, μεθ' ημών γενού, άλλον γαρ εκτός σου βοηθόν, εν θλίψεσιν ουκ έχομεν, Κύριε των Δυνάμεων, ελέησον ημάς.
Στίχ. Αινείτε αυτόν εν κυμβάλοις ευήχοις, αινείτε αυτόν εν κυμβάλοις αλαλαγμού, Πάσα πνοή αινεσάτω τον Κύριον.
Κύριε των Δυνάμεων, μεθ' ημών γενού, άλλον γαρ εκτός σου βοηθόν, εν θλίψεσιν ουκ έχομεν, Κύριε των Δυνάμεων, ελέησον ημάς.
Αινείτε τον Θεόν εν τοις Αγίοις αυτού. Αινείτε αυτόν εν στερεώματι της δυνάμεως αυτού.
Κύριε των Δυνάμεων, μεθ' ημών γενού, άλλον γαρ εκτός σου βοηθόν, εν θλίψεσιν ουκ έχομεν, Κύριε των Δυνάμεων, ελέησον ημάς.
Κυριακή 22 Νοεμβρίου 2020
ΑΓΙΟΣ ΙΑΚΩΒΟΣ ΤΣΑΛΙΚΗΣ- ΑΠΟΛΥΤΙΚΙΟΝ
Ἀπολυτίκιον
Ἦχος α΄. Τῆς ἐρήμου
πολίτης.
Λαμπρυνθεὶς τοῦ Δεσπότου ταπεινώσει, Ἰάκωβε, κάλλος ἐνεδύθης ἀρχαῖον, καταυγάσας
τὴν Εὔβοιαν. Διὸ συλλειτουργῶν τοῖς Χερουβείμ, ὡράθης Ἐκκλησίας χαρμονή, σὺν
Δαβὶδ καὶ Ἰωάννῃ, ἱλαστικῶς φαιδρύνων τοὺς βοῶντάς σοι· Δόξα τῷ σὲ δοξάσαντι
Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Παρασκευή 20 Νοεμβρίου 2020
ΑΓΙΟΣ ΠΡΟΚΛΟΣ- ΑΠΟΛΥΤΙΚΙΟΝ
Ἀπολυτίκιον
Λυχνία ὡς δίπυρσος τῶν θεϊκῶν δωρεῶν, ἀκτῖσι τῆς χάριτος φωταγωγοῦσιν ἡμᾶς πατέρες οἱ ἔνθεοι, Πρόκλος τοῦ Βυζαντίου, ὁ σοφὸς ποιμενάρχης, Γρηγόριος ὁ θεόφρων, Δεκαπόλεως γόνος· διὸ μετὰ προθυμίας τούτοις προσέλθωμεν.
Παρασκευή 13 Νοεμβρίου 2020
Πέμπτη 12 Νοεμβρίου 2020
ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ Ο ΕΛΕΗΜΩΝ- ΑΠΟΛΥΤΙΚΙΟΝ
Ἀπολυτίκιον
Ἐν τῇ ὑπομονῇ σου ἐκτήσω τὸν μισθόν σου Πάτερ, Ὅσιε, ταῖς προσευχαῖς ἀδιαλείπτως ἐγκαρτερήσας, τοὺς πτωχοὺς ἀγαπήσας, καὶ τούτοις ἐπαρκέσας· Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Ἰωάννη Ἐλεῆμον μακάριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Σάββατο 7 Νοεμβρίου 2020
ΚΥΡΙΕ ΕΛΕΗΣΟΝ ΗΜΑΣ!
Μικρός
παρακλητικός κανών
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.