ΑΝ ΒΙΑΖΕΣΑΙ ΝΑ ΔΕΙΣ ΤΟΝ ΚΟΣΜΟ ΝΑ ΓΙΝΕΤΑΙ ΚΑΛΥΤΕΡΟΣ, ΑΡΧΙΣΕ ΑΠΟ ΤΟΝ ΕΑΥΤΟ ΣΟΥ. ΕΙΝΑΙ Ο ΣΥΝΤΟΜΟΤΕΡΟΣ ΔΡΟΜΟΣ.

Εμφάνιση αναρτήσεων με ετικέτα ΠΡΟΣΕΥΧΕΣ & ΥΜΝΟΙ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΠΡΟΣΕΥΧΕΣ & ΥΜΝΟΙ. Εμφάνιση όλων των αναρτήσεων

Κυριακή 12 Μαΐου 2019

ΚΥΡΙΑΚΗ ΠΡΟΣΕΥΧΗ (ΑΦΕΣ ΗΜΙΝ ΤΑ ΟΦΕΛΗΜΑΤΑ ΗΜΩΝ)


ΚΥΡΙΑΚΗ ΠΡΟΣΕΥΧΗ (ΑΠΟΣΠΑΣΜΑ)
(Ματθαίος 6,12)

καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,
ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν·

ΜΕΤΑΦΡΑΣΗ
Και συγχώρησε από εμάς τις οφειλές μας,
όπως κι εμείς συγχωρούμε τους οφειλέτες μας.

Σάββατο 11 Μαΐου 2019

Η ΠΡΟΣΕΥΧΗ ΤΟΥ ΑΓΙΟΥ ΕΦΡΑΙΜ ΤΟΥ ΣΥΡΟΥ


ΕΥΧΗ ΤΟΥ ΑΓΙΟΥ ΕΦΡΑΙΜ ΤΟΥ ΣΥΡΟΥ

Κύριε καί Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καί ἀργολογίας μή μοι δῷς.

Πνεῦμα δέ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονής καί ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ.

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁράν τά ἐμά πταίσματα, καί μή κατακρίνειν τόν ἀδελφόν μου, ὅτι εὐλογητός εἶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Αμήν!

Κυριακή 5 Μαΐου 2019

ΑΓΙΟΣ ΕΦΡΑΙΜ Ο ΕΝ ΟΡΕΙ ΤΩΝ ΑΜΩΜΩΝ - ΑΠΟΛΥΤΙΚΙΟΝ


Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ἐν ὄρει τῶν Ἀμώμων ὥσπερ ἥλιος ἔλαμψας, καί μαρτυρικῶς, θεοφόρε, πρός Θεόν ἐξεδήμησας, βαρβάρων ὑποστάς ἐπιδρομάς, Ἐφραίμ Μεγαλομάρτυς τοῦ Χριστοῦ· διά τοῦτο ἀναβλύζεις χάριν ἀεί, τοῖς εὐλαβῶς βοῶσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σέ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σοῦ, πᾶσιν ἰάματα.

ΑΓΙΟΣ ΘΩΜΑΣ Ο ΑΠΟΣΤΟΛΟΣ (ΑΠΙΣΤΟΣ) - ΑΠΟΛΥΤΙΚΙΟΝ - ΚΟΝΤΑΚΙΟΝ - ΚΑΘΙΣΜΑ - ΟΙΚΟΣ

Η ΨΗΛΑΦΗΣΙΣ ΤΟΥ ΘΩΜΑ- ΑΠΟΛΥΤΙΚΙΟΝ

Ἀπολυτίκιον  
Ἦχος βαρὺς.
Ἐσφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

Τρίτη 30 Απριλίου 2019

Η ΠΡΟΣΕΥΧΗ ΤΟΥ ΑΓΙΟΥ ΕΦΡΑΙΜ ΤΟΥ ΣΥΡΟΥ


Ευχή Αγίου Εφραίμ του Σύρου

Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργείας, φιλαρχίας καὶ ἀργολογίας μή μοι δῷς.
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΙ ΑΓΙΟΙ ΡΑΦΑΗΛ - ΝΙΚΟΛΑΟΣ - ΕΙΡΗΝΗ - ΑΠΟΛΥΤΙΚΙΟΝ - ΚΟΝΤΑΚΙΟΝ - ΜΕΓΑΛΥΝΑΡΙΟΝ

Δευτέρα 29 Απριλίου 2019

Η ΑΝΑΣΤΑΣΙΜΗ ΠΡΟΣΕΥΧΗ


Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου Χριστὲ προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. Ἀμήν.


ΑΓΙΟΣ ΓΕΩΡΓΙΟΣ Ο ΤΡΟΠΑΙΟΦΟΡΟΣ - ΑΠΟΛΥΤΙΚΙΟΝ - ΚΟΝΤΑΚΙΟΝ

Τρίτη 23 Απριλίου 2019

ΓΕΥΣΑΣΘΕ ΚΑΙ ΙΔΕΤΕ ΟΤΙ ΧΡΗΣΤΟΣ Ο ΚΥΡΙΟΣ!


γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπ᾿ αὐτόν. (Ψαλμός 32,9).

Μετάφραση: Δοκιμάστε προσωπικώς και θα πεισθήτε, ότι ο Κυριος είναι αγαθός και ευεργετικός. Μακάριος είναι ο άνθρωπος, ο οποίος εις αυτόν στηρίζει τας ελπίδας του.

Δευτέρα 22 Απριλίου 2019

ΕΥΛΟΓΕΙ Η ΨΥΧΗ ΜΟΥ ΤΟΝ ΚΥΡΙΟΝ!


ΨΑΛΜΟΣ 102ος

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ·
εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ·
τὸν εὐιλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου·
τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς·
τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.
ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.
ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ.
οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος·
οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ·
οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν,
ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν·
καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿ ἡμῶν τὰς ἀνομίας ἡμῶν.
καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν,
ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν.
ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει·
ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.
τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν
τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.
Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.
εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ·
εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Σάββατο 20 Απριλίου 2019

Η ΑΝΑΣΤΑΣΗ ΤΟΥ ΛΑΖΑΡΟΥ - ΑΠΟΛΥΤΙΚΙΟΝ


Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἢγειρας τὸν Λάζαρον Χριστὲ ὁ Θεός, ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένοςὁἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

Παρασκευή 12 Απριλίου 2019

ΧΑΙΡΕ ΤΟΥ ΚΟΣΜΟΥ Η ΣΩΤΗΡΙΑ!


Χαίρε του κόσμου η σωτηρία.
Χαίρε Ελλάδος η προστασία.

ΕΥΧΑΡΙΣΤΩ ΧΡΙΣΤΕ ΜΟΥ!


Ευχαριστώ Χριστέ μου, που δεν αξίζω τίποτα και μου δίνεις τα πάντα!

ΘΕΟΤΟΚΕ, Η ΕΛΠΙΣ ΠΑΝΤΩΝ ΤΩΝ ΧΡΙΣΤΙΑΝΩΝ!


Θεοτόκε η ελπίς, πάντων των χριστιανών, σκέπε φρούρει φύλαττε, τους ελπίζοντας εις Σε!