ΑΝ ΒΙΑΖΕΣΑΙ ΝΑ ΔΕΙΣ ΤΟΝ ΚΟΣΜΟ ΝΑ ΓΙΝΕΤΑΙ ΚΑΛΥΤΕΡΟΣ, ΑΡΧΙΣΕ ΑΠΟ ΤΟΝ ΕΑΥΤΟ ΣΟΥ. ΕΙΝΑΙ Ο ΣΥΝΤΟΜΟΤΕΡΟΣ ΔΡΟΜΟΣ.

Εμφάνιση αναρτήσεων με ετικέτα ΨΑΛΜΟΙ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΨΑΛΜΟΙ. Εμφάνιση όλων των αναρτήσεων

Κυριακή 28 Ιουλίου 2019

ΕΛΕΗΣΟΝ ΜΕ Ο ΘΕΟΣ ΚΑΤΑ ΤΟ ΜΕΓΑ ΕΛΕΟΣ ΣΟΥ!


ΨΑΛΜΟΣ  Ν’ (50)

Ἐλέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισον μέ. ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διαπαντός. σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῆς ἐν τοὶς λόγοις σου, καὶ νικήσης ἐν τῷ κρίνεσθε σέ. ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίες ἐκίσσησε μὲ ἡ μήτηρ μου. ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια της σοφίας σου ἐδήλωσας μοί. ραντιεῖς μὲ ὑσσώπω, καὶ καθαρισθήσομαι. πλυνεῖς μέ, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. ἀκουτιεῖς μοὶ ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τᾶς ἀνομίας μου ἐξάλειψον. καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοὶς ἐγκάτοις μου. μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλης ἀπ’ ἐμοῦ. ἀπόδος μοὶ τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἠγεμονικῶ στήριξον μέ. διδάξω ἀνόμους τᾶς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. ρύσαι μὲ ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου. ἀγαλλιάσεται ἡ γλώσσα μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. ἀγάθυνον, Κύριε, ἐν τὴ εὐδοκία σου τὴν Σιῶν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Τρίτη 25 Ιουνίου 2019

ΕΛΕΗΣΟΝ ΜΕ Ο ΘΕΟΣ ΚΑΤΑ ΤΟ ΜΕΓΑ ΕΛΕΟΣ ΣΟΥ!


ΨΑΛΜΟΣ  Ν’ (50)

Ἐλέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισον μέ. ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διαπαντός. σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῆς ἐν τοὶς λόγοις σου, καὶ νικήσης ἐν τῷ κρίνεσθε σέ. ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίες ἐκίσσησε μὲ ἡ μήτηρ μου. ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια της σοφίας σου ἐδήλωσας μοί. ραντιεῖς μὲ ὑσσώπω, καὶ καθαρισθήσομαι. πλυνεῖς μέ, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. ἀκουτιεῖς μοὶ ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τᾶς ἀνομίας μου ἐξάλειψον. καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοὶς ἐγκάτοις μου. μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλης ἀπ’ ἐμοῦ. ἀπόδος μοὶ τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἠγεμονικῶ στήριξον μέ. διδάξω ἀνόμους τᾶς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. ρύσαι μὲ ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου. ἀγαλλιάσεται ἡ γλώσσα μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. ἀγάθυνον, Κύριε, ἐν τὴ εὐδοκία σου τὴν Σιῶν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Σάββατο 2 Σεπτεμβρίου 2017

ΠΟΥ ΠΟΡΕΥΘΩ;


Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; (Ψαλ. 138,7)       
Μετάφραση: Που είναι δυνατόν να πορευθώ, ώστε να είμαι μακράν από το Πνεύμά σου; Και που να καταφύγω, ώστε να μη ευρίσκωμαι κάτω από το ιδικόν σου βλέμμα;

Δευτέρα 27 Μαρτίου 2017

ΨΑΛΜΟΣ 140- ΚΑΤΕΥΘΥΝΘΗΤΩ Η ΠΡΟΣΕΥΧΗ ΜΟΥ!

ΨΑΛΜΟΣ 140

ΚΥΡΙΕ, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. 2 κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. 3 θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. 4 μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. 5 παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου· ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· 6 κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν· ἀκούσονται τὰ ρήματά μου ὅτι ἡδύνθησαν. 7 ὡσεὶ πάχος γῆς ἐρράγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην. 8 ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. 9 φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. 10 πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγὼ ἕως ἂν παρέλθω. 

ΜΕΤΑΦΡΑΣΗ

1 Κυριε, πολλές φορές έκραξα προς σέ. Καμε δεκτήν την προσευχήν μου. Δώσε προσοχήν εις την φωνήν της δεήσεώς μου κάθε φοράν, που με κραυγήν ισχυράν απευθύνομαι προς σέ.
2 Ας ανέλθη κατ'ευθείαν η προσευχή μου ως ευάρεστον ευώδες θυμίαμα ενώπιόν σου. Κατά την ώραν της προσευχής, η ανύψωσις των χειρών μου προς σε ας γίνη δεκτή ως ευάρεστος εσπερινή θυσία.
3 Θέσε, Κυριε, φρουράν στο στόμα μου, ώστε να ελέγχη και μη αφήνη να βγαίνουν όλα τα λόγια μου. Θέσε, Κυριε, θύραν, ώστε να περικλείη τα χείλη μου, δια να μη εξέρχωνται λόγοι κακοί από αυτά.
4 Μη επιτρέψης να παρεκκλίνη η καρδία μου εις λόγους και αποφάσεις πονηράς, ώστε να παρασυρθώ εις ανοήτους προφάσεις, δια να δικαιολογήσω ολοφάνερες αμαρτίες μου, κατά το παράδειγμα των ανθρώπων, οι οποίοι καταπατούν τον Νομον σου και εργάζονται το κακόν. Δεν θέλω να συναναστρέφομαι και να έχω επικοινωνίαν ούτε με τους εκλεκτούς άνδρας αυτών.
5 Ας με διαπαιδαγωγήση ο δίκαιος, έστω και με αυστηρότητα, την οποίαν όμως θα του εμπνέη η προς εμέ αγάπη του και συμπάθεια, και ας με ελέγξη. Μυρωμένον ευώδες έλαιον αμαρτωλού να μη αρωματίση ποτέ την κεφαλήν μου. Δεν ζηλεύω την ευημερίαν των αμαρτωλών, προσεύχομαι εξ αντιθέτου ποτέ να μη μετάσχω εις αυτήν.
6 Διότι οι πρόκριτοι και επίσημοι μεταξύ αυτών κατεποντίσθησαν εις την θάλασσαν πλησίον αποκρήμνων βράχων. Οι δίκαιοι θα ακούσουν τα λόγια μου αυτά και θα αισθανθούν γλυκείαν και δικαίαν ικανοποιησιν.
7 Οπως οι βώλοι του παχέος χώματος όταν ρίπτωνται εις την γην, σπάζουν και διασκορπίζονται ως χώμα, έτσι θα διασκορπισθούν άταφα τα οστά των ασεβών ανθρώπων παραπλεύρως στο στόμα του άδου.
8 Θα τιμωρηθούν αυτοί, διότι εγώ προς σε, Κυριε Κυριε, έχω εστραμμένα τα μάτια μου. Εις σε έχω στηρίξει την ελπίδα μου. Μη επιτρέψης να αφαιρεθή η ζωη μου από τους πονηρούς ανθρώπους.
9 Φυλαξέ με από τας παγίδας, τας οποίας αυτοί ολόγυρά μου έχουν στήσει και από τα προσκόμματα, τα οποία παρεμβάλλουν στον δρόμον μου αυτοί, που καταπατούν τον Νομον σου και εργάζονται το κακόν.
10 Οι αμαρτωλοί θα πέσουν και θα περιπλακούν εις τα δίκτυα της δολιότητός των, τα οποία είχαν κατασκευάσει και στήσει δια τους άλλους. Εγώ όμως θα ζω μεμονωμένος, χωρισμένος από αυτούς, έως ότου προσπεράσω σώος και αβλαβής από τα πονηρά διαβούλιά των.

Κυριακή 26 Μαρτίου 2017

Παρασκευή 24 Μαρτίου 2017

ΨΑΛΜΟΣ 142- ΚΥΡΙΕ, ΕΙΣΑΚΟΥΣΟΝ ΤΗΣ ΠΡΟΣΕΥΧΗΣ ΜΟΥ!

Ψαλμός 142- Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου 

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.
Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα.
Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.
Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον·
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.
Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου·
καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Δευτέρα 6 Μαρτίου 2017

ΨΑΛΜΟΣ 50- ΕΛΕΗΣΟΝ ΜΕ Ο ΘΕΟΣ ΚΑΤΑ ΤΟ ΜΕΓΑ ΕΛΕΟΣ ΣΟΥ!


ΨΑΛΜΟΣ  Ν’ (50)

Ἐλέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισον μέ. ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διαπαντός. σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῆς ἐν τοὶς λόγοις σου, καὶ νικήσης ἐν τῷ κρίνεσθε σέ. ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίες ἐκίσσησε μὲ ἡ μήτηρ μου. ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια της σοφίας σου ἐδήλωσας μοί. ραντιεῖς μὲ ὑσσώπω, καὶ καθαρισθήσομαι. πλυνεῖς μέ, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. ἀκουτιεῖς μοὶ ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τᾶς ἀνομίας μου ἐξάλειψον. καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοὶς ἐγκάτοις μου. μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλης ἀπ’ ἐμοῦ. ἀπόδος μοὶ τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἠγεμονικῶ στήριξον μέ. διδάξω ἀνόμους τᾶς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. ρύσαι μὲ ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου. ἀγαλλιάσεται ἡ γλώσσα μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. ἀγάθυνον, Κύριε, ἐν τὴ εὐδοκία σου τὴν Σιῶν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Κυριακή 29 Ιανουαρίου 2017

ΨΑΛΜΟΣ 118: ΠΑΡΟΙΚΟΣ ΕΓΩ ΕΙΜΙ ΕΝ ΤΗ ΓΗ!

ΨΑΛΜΟΣ 118- ΠΑΡΟΙΚΟΣ ΕΓΩ ΕΙΜΙ ΕΝ ΤΗ ΓΗ! 

᾿Αλληλούϊα.

 Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. 2 μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ· ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. 3 οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. 4 σὺ ἐνετείλω τὰς ἐντολάς σου τοῦ φυλάξασθαι σφόδρα. 5 ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. 6 τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. 7 ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. 8 τὰ δικαιώματά σου φυλάξω· μή με ἐγκαταλίπῃς ἕως σφόδρα. 9 ᾿Εν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. 10 ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε· μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου. 11 ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. 12 εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. 13 ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου. 14 ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ. 15 ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω καὶ κατανοήσω τὰς ὁδούς σου. 16 ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου. 17 ᾿Ανταπόδος τῷ δούλῳ σου· ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου. 18 ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. 19 πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ· μὴ ἀποκρύψῃς ἀπ᾿ ἐμοῦ τὰς ἐντολάς σου. 20 ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. 21 ἐπετίμησας ὑπερηφάνοις· ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. 22 περίελε ἀπ᾿ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα. 23 καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ᾿ ἐμοῦ κατελάλουν, ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου. 24 καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστι, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου. 25 ᾿Εκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου· ζῆσόν με κατὰ τὸν λόγον σου. 26 τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δικαιώματά σου. 27 ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου. 28 ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου. 29 ὁδὸν ἀδικίας ἀπόστησον ἀπ᾿ ἐμοῦ καὶ τῷ νόμῳ σου ἐλέησόν με. 30 ὁδὸν ἀληθείας ᾑρετισάμην καὶ τὰ κρίματά σου οὐκ ἐπελαθόμην. 31 ἐκολλήθην τοῖς μαρτυρίοις σου, Κύριε· μή με καταισχύνῃς. 32 ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. 33 Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διαπαντός. 34 συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου. 35 ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα. 36 κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν. 37 ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με. 38 στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου. 39 περίελε τὸν ὀνειδισμόν μου, ὃν ὑπώπτευσα· ὅτι τὰ κρίματά σου χρηστά. 40 ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου· ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. 41 Καὶ ἔλθοι ἐπ᾿ ἐμὲ τὸ ἔλεός σου, Κύριε, τὸ σωτήριόν σου κατὰ τὸν λόγον σου. 42 καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου. 43 καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα. 44 καὶ φυλάξω τὸν νόμον σου διαπαντός, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 45 καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. 46 καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην. 47 καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, ἃς ἠγάπησα σφόδρα. 48 καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου. 49 Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου, ὧν ἐπήλπισάς με. 50 αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με. 51 ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα. 52 ἐμνήσθην τῶν κριμάτων σου ἀπ᾿ αἰῶνος, Κύριε, καὶ παρεκλήθην. 53 ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. 54 ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου. 55 ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου. 56 αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. 57 Μερίς μου εἶ, Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου. 58 ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου· ἐλέησόν με κατὰ τὸ λόγιόν σου. 59 διελογισάμην τὰς ὁδούς σου καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. 60 ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐντολάς σου. 61 σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. 62 μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. 63 μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου. 64 τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ· τὰ δικαιώματά σου δίδαξόν με. 65 Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸν λόγον σου. 66 χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα. 67 πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα. 68 χρηστὸς εἶ σύ, Κύριε, καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου. 69 ἐπληθύνθη ἐπ᾿ ἐμὲ ἀδικία ὑπερηφάνων, ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου. 70 ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. 71 ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. 72 ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. 73 Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου. 74 οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα. 75 ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με. 76 γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου. 77 ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν. 78 αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου. 79 ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου. 80 γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ. 81 ᾿Εκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τοὺς λόγους σου ἐπήλπισα. 82 ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου λέγοντες· πότε παρακαλέσεις με; 83 ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. 84 πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν; 85 διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ᾿ οὐχ ὡς ὁ νόμος σου, Κύριε. 86 πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι. 87 παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου. 88 κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου. 89 Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. 90 εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου· ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει. 91 τῇ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά. 92 εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. 93 εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με. 94 σός εἰμι ἐγώ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. 95 ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με· τὰ μαρτύριά σου συνῆκα. 96 πάσης συντελείας εἶδον πέρας· πλατεῖα ἡ ἐντολή σου σφόδρα. 97 ῾Ως ἠγάπησα τὸν νόμον σου, Κύριε· ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν. 98 ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν. 99 ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν. 100 ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. 101 ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου. 102 ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με. 103 ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. 104 ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας. 105 Λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου. 106 ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. 107 ἐταπεινώθην ἕως σφόδρα· Κύριε, ζῆσόν με κατὰ τὸν λόγον σου. 108 τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με. 109 ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντός, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. 110 ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην. 111 ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν. 112 ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι᾿ ἀντάμειψιν. 113 Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα. 114 βοηθός μου, καὶ ἀντιλήπτωρ μου εἶ σύ· εἰς τοὺς λόγους σου ἐπήλπισα. 115 ἐκκλίνατε ἀπ᾿ ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου.116 ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζῆσόν με, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου. 117 βοήθησόν μοι, καὶ σωθήσομαι καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός. 118 ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν. 119 παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου. 120 καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. 121 ᾿Εποίησα κρῖμα καὶ δικαιοσύνην· μὴ παραδῷς με τοῖς ἀδικοῦσί με. 122 ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν· μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι. 123 οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου. 124 ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου καὶ τὰ δικαιώματά σου δίδαξόν με. 125 δοῦλός σού εἰμι ἐγώ· συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου. 126 καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ· διεσκέδασαν τὸν νόμον σου. 127 διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον. 128 διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα. 129 Θαυμαστὰ τὰ μαρτύριά σου· διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου. 130 ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους. 131 τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν. 132 ᾿Επίβλεψον ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. 133 τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. 134 λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. 135 τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου καὶ δίδαξόν με τὰ δικαιώματά σου. 136 διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου. 137 Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖαι αἱ κρίσεις σου. 138 ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου καὶ ἀλήθειαν σφόδρα. 139 ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. 140 πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. 141 νεώτερος ἐγώ εἰμι καὶ ἐξουδενωμένος· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. 142 ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια. 143 θλίψεις καὶ ἀνάγκαι εὕροσάν με· αἱ ἐντολαί σου μελέτη μου. 144 δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν με, καὶ ζήσομαι. 145 ᾿Εκέκραξα ἐν ὅλῃ καρδίᾳ μου· ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω. 146 ἐκέκραξά σοι· σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου. 147 προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα. 148 προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον τοῦ μελετᾶν τὰ λόγιά σου. 149 τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμά σου ζῆσόν με. 150 προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν. 151 ἐγγὺς εἶ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια. 152 κατ᾿ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά. 153 ῎Ιδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην. 154 κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με· διὰ τὸν λόγον σου ζῆσόν με. 155 μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν. 156 οἱ οἰκτιρμοί σου πολλοί, Κύριε· κατὰ τὸ κρῖμά σου ζῆσόν με. 157 πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα. 158 εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. 159 ἴδε, ὅτι τὰς ἐντολάς σου ἠγάπησα· Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με. 160 ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου. 161 ῎Αρχοντες κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. 162 ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου ὡς ὁ εὑρίσκων σκῦλα πολλά. 163 ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα. 164 ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. 165 εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. 166 προσεδόκων τὸ σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα. 167 ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου καὶ ἠγάπησεν αὐτὰ σφόδρα. 168 ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, Κύριε. 169 ᾿Εγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με. 170 εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου ῥῦσαί με. 171 ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου. 172 φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. 173 γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην. 174 ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε, καὶ ὁ νόμος σου μελέτη μού ἐστι. 175 ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι. 176 ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.

Πέμπτη 15 Δεκεμβρίου 2016

ΠΑΡΕΣΤΗ Η ΒΑΣΙΛΙΣΣΑ ΕΚ ΔΕΞΙΩΝ ΣΟΥ!

ΠΑΡΕΣΤΗ Η ΒΑΣΙΛΙΣΣΑ ΕΚ ΔΕΞΙΩΝ ΣΟΥ

Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστι Κύριός σου, καὶ προσκυνήσεις αὐτῷ. (Ψαλμοί 44,10-13)
 

ΜΕΤΑΦΡΑΣΗ

Εις τα δεξιά σου μεγαλοπρεπής ίσταται η βασίλισσα, στολισμένη και φέρουσα φόρεμα υφασμένον με χρυσάς κλωστάς και ποικίλα κεντήματα και χρώματα. Συ, ω μελλόνυμφος κόρη, άκουσε την συμβουλήν μου. Κλίνε το αυτί σου, ώστε να ακούη με προσοχήν και να δέχεται τας εντολάς του και λησμόνησε εντελώς τον λαόν, στον οποίον μέχρι τώρα ανήκες, και αυτόν ακόμη τον πατρικόν σου οίκον. Τότε ο βασιλεύς νυμφίος σου θα αγαπήση το κάλλος σου. Επειδή όμως αυτός είναι και ο Κυριος σου, θα προσκυνήσης αυτόν. 

Πέμπτη 17 Νοεμβρίου 2016

ΑΓΑΠΗΣΩ ΣΕ, ΚΥΡΙΕ!

Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου. Κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου. (Ψαλ. 17,2-3) 

Πάντοτε θα σε αγαπώ, Κύριε, σέ, ο οποίος είσαι η ακατανίκητος ισχύς μου. Ο Κύριος είναι το ασάλευτον θεμέλιον, επί του οποίου ακλόνητος έχω στερεωθή. Είναι το οχυρόν καταφύγιόν μου και ο Σωτήρ μου. 

Κυριακή 23 Οκτωβρίου 2016

ΑΙΝΕΙΤΕ ΤΟ ΟΝΟΜΑ ΚΥΡΙΟΥ!


Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου· (Ψαλμοί 112,1)
Ερμηνεία:  Δοξολογείτε, παίδες, πάντοτε τον Κυριον. Υμνολογήσατε το πάντιμον όνομα του Κυρίου.

Πέμπτη 6 Οκτωβρίου 2016

ΚΑΡΔΙΑΝ ΚΑΘΑΡΑΝ ΚΤΙΣΟΝ ΕΝ ΕΜΟΙ Ο ΘΕΟΣ!


καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. (Ψαλμοί 50,12)

ΜΕΤΑΦΡΑΣΗ
Πλάσε μέσα μου και κτίσε νέαν καρδίαν καθαράν, Θεέ μου, δια να ενθρονίσης και εγκαινιάσης εις τα βάθη της ψυχής μου πνεύμα αληθείας, πνεύμα ορθοφροσύνης.

Πέμπτη 31 Μαρτίου 2016

ΨΑΛΜΟΙ: ΕΑΝ ΜΗ ΚΥΡΙΟΣ ΦΥΛΑΞΗ ΠΟΛΙΝ!

ΨΑΛΜΟΣ 126 1,2
Ψαλ. 126,1         Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων.
Ψαλ. 126,2         εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν, ἐγείρεσθαι μετὰ τὸ καθῆσθαι, οἱ ἐσθίοντες ἄρτον ὀδύνης, ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον.
 

Ψαλ. 126,1                Εάν ο ίδιος ο Κυριος δεν οικοδομήση και δεν ευδοκήση εις την ανοικοδόμησιν ενός οίκου, ματαίως εκοπίασαν οι οικοδομούντες αυτόν. Εάν ο ίδιος ο Κυριος δεν φυλάξη μίαν πόλιν, ματαίως ηγρύπνησαν οι φρουροί της.
Ψαλ. 126,2               Εάν δεν έχετε βοηθόν τον Θεόν, ματαίως εξυπνάτε από τον βαθύν όρθρον, δια να μεταβήτε εις τας εργασίας σας. Ματαίως, μόλις σηκωθήτε από την κλίνην σας η από την τράπεζαν του φαγητού, σπεύδετε προς την εργασίαν σας· και έτσι τρώγετε τον άρτον σας με πολύν κόπον και πόνον εις στιγμήν, κατά την οποίαν ο Κυριος δίδει στους αγαπητούς του πιστούς ανθρώπους ήρεμον ύπνον·