ΑΝ ΒΙΑΖΕΣΑΙ ΝΑ ΔΕΙΣ ΤΟΝ ΚΟΣΜΟ ΝΑ ΓΙΝΕΤΑΙ ΚΑΛΥΤΕΡΟΣ, ΑΡΧΙΣΕ ΑΠΟ ΤΟΝ ΕΑΥΤΟ ΣΟΥ. ΕΙΝΑΙ Ο ΣΥΝΤΟΜΟΤΕΡΟΣ ΔΡΟΜΟΣ.
Πέμπτη 2 Μαΐου 2019
Η ΟΣΙΑ ΜΑΤΡΩΝΑ ΕΚ ΡΩΣΙΑΣ - ΑΠΟΛΥΤΙΚΙΟΝ
Οσία Ματρώνα εκ
Ρωσίας
Ἀπολυτίκιον
Ἦχος πλ. α’.
Ἀδιάσειστον στῦλον Ῥωσίας ὄγδοον, τὴν στερουμένην ὀμμάτων ἐκ γενετῆς, εὐλαβῶς ἀνυμνήσωμεν Ματρώναν τὴν ἀοίδιμον, ὡς σκεῦος θείων δωρεῶν καὶ ἀγάπης ἀκραιφνοῦς πρὸς πάντας ἐμπεριστάτους βοῶντες σκέδασον ζόφον παθῶν ἡμῶν φωτὶ σῆς χάριτος.
Τετάρτη 1 Μαΐου 2019
Ο ΑΠΛΟΣ ΑΝΘΡΩΠΟΣ ΕΧΕΙ ΠΑΝΤΟΤΕ ΤΙΣ ΕΥΛΟΓΙΕΣ ΤΟΥ ΘΕΟΥ!
ψυχὴ εὐλογουμένη πᾶσα ἁπλῆ, ἀνὴρ δὲ θυμώδης
οὐκ εὐσχήμων. (Παροιμίαι 11,25)
Μετάφραση - ερμηνεία: Ο ευθύς, ο άκακος
άνθρωπος έχει πάντοτε τας ευλογίας εκ μέρους του Θεού και τον έπαινον εκ μέρους
των ανθρώπων. Ανθρωπος όμως, που αποθηριώνεται από τον θυμόν, έχει
αποκρουστικήν συμπεριφοράν και κακήν την εμφάνισιν.
Τρίτη 30 Απριλίου 2019
Η ΠΡΟΣΕΥΧΗ ΤΟΥ ΑΓΙΟΥ ΕΦΡΑΙΜ ΤΟΥ ΣΥΡΟΥ
Ευχή
Αγίου Εφραίμ του Σύρου
Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργείας,
φιλαρχίας καὶ ἀργολογίας μή μοι δῷς.
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δευτέρα 29 Απριλίου 2019
Η ΑΝΑΣΤΑΣΙΜΗ ΠΡΟΣΕΥΧΗ
Χριστὸς ἀνέστη ἐκ
νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.
Ἀνάστασιν Χριστοῦ
θεασάμενοι, προσκυνήσωμεν ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν
Σταυρόν σου Χριστὲ προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ
δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν.
Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰδοὺ γὰρ
ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν
τὴν ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ
τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. Ἀμήν.
Εγγραφή σε:
Αναρτήσεις (Atom)