ΨΑΛΜΟΣ Ν’ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα
ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. ἐπὶ
πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισον μέ. ὅτι
τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διαπαντός. σοὶ
μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῆς ἐν τοὶς
λόγοις σου, καὶ νικήσης ἐν τῷ κρίνεσθε σέ. ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ
ἐν ἁμαρτίες ἐκίσσησε μὲ ἡ μήτηρ μου. ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ
τὰ κρύφια της σοφίας σου ἐδήλωσας μοί. ραντιεῖς μὲ ὑσσώπω, καὶ καθαρισθήσομαι.
πλυνεῖς μέ, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. ἀκουτιεῖς μοὶ ἀγαλλίασιν καὶ
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καὶ πάσας τᾶς ἀνομίας μου ἐξάλειψον. καρδίαν καθαρὰν κτίσον ἐν
ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοὶς ἐγκάτοις μου. μὴ ἀπορρίψης μὲ
ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλης ἀπ’ ἐμοῦ. ἀπόδος
μοὶ τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἠγεμονικῶ στήριξον μέ. διδάξω
ἀνόμους τᾶς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. ρύσαι μὲ ἐξ αἱμάτων, ὁ
Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου. ἀγαλλιάσεται ἡ γλώσσα μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. ὅτι εἰ
ἠθέλησας θυσίαν, ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. θυσία τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ
ἐξουδενώσει. ἀγάθυνον, Κύριε, ἐν τὴ εὐδοκία σου τὴν Σιῶν, καὶ οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ
ὁλοκαυτώματα. τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.