Απόδειπνος λόγος (Και δος ημίν δέσποτα)
Καὶ δὸς ἡμῖν, Δέσποτα, πρὸς ὕπνον
ἀπιοῦσιν, ἀνάπαυσιν σώματος καὶ ψυχῆς·
καὶ διαφύλαξον ἡμᾶς ἀπὸ τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας,
καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας.
Παῦσον τὰς ὁρμὰς τῶν παθῶν,
σβέσον τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ, τὰ καθ᾿ ἡμῶν δολίως
κινούμενα·
τὰς τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον,
καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρόνημα κοίμησον.
Καὶ δώρησαι ἡμῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν,
καρδίαν νήφουσαν,
ὕπνον ἐλαφρόν, καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον.
Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς,
ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς σου,
καὶ τὴν μνήμην τῶν σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον
ἔχοντας.
Παννύχιον ἡμῖν τὴν σὴν δοξολογίαν χάρισαι εἰς τὸ ὑμνεῖν,
καὶ εὐλογεῖν, καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς
καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου