ΑΝ ΒΙΑΖΕΣΑΙ ΝΑ ΔΕΙΣ ΤΟΝ ΚΟΣΜΟ ΝΑ ΓΙΝΕΤΑΙ ΚΑΛΥΤΕΡΟΣ, ΑΡΧΙΣΕ ΑΠΟ ΤΟΝ ΕΑΥΤΟ ΣΟΥ. ΕΙΝΑΙ Ο ΣΥΝΤΟΜΟΤΕΡΟΣ ΔΡΟΜΟΣ.

Κυριακή 4 Απριλίου 2021

ΣΤΑΥΡΕ ΤΟΥ ΧΡΙΣΤΟΥ ΣΩΣΟΝ ΗΜΑΣ ΤΗ ΔΥΝΑΜΕΙ ΣΟΥ!


ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ ΤΟΝ ΤΙΜΙΟΝ ΚΑΙ ΖΩΟΠΟΙΟΝ ΣΤΑΥΡΟΝ
 
ὁ Κανών.
Ὠδὴ Α'. Ἦχος Πλ. Δ'. Ὑγρὰν διοδεύσας.
Στίχος. Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Σταυρὲ σκῆπτρον ἅγιον καὶ σεπτόν, τοὺς ἐν εὐλαβείᾳ προσκυνοῦντας τὴν ἱεράν, σκέπην σου ἀτρώτους ἀπὸ βλάβης, καὶ πειρασμῶν καὶ κινδύνων διάσωσον. 
Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Σταυρὲ σκῆπτρον ἅγιον τοῦ Χριστοῦ, τοὺς σὲ προσκυνοῦντας καταξίωσον ἐσαεί, τῷ Κτίστεί Θεῷ καθυπακούειν, καὶ ὑπ� αὐτοῦ βασιλεύεσθαι ποίησον. 
Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Σταυρὲ ἡ βοήθεια τῶν πιστῶν, δίδου βοηθείας τοῖς ὑμνοῦσι τὸ ἱερόν, κράτος σου καὶ αἴρειν τὰ βραβεῖα, κατὰ παθῶν ψυχοφθόρων ἐνίσχυσον. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου