ΑΠΟΛΥΤΙΚΙΟΝ
Ὡς τῶν Ἀποστόλων Πρωτόκλητος, καὶ τοῦ Κορυφαίου αὐτάδελφος, τῷ Δεσπότῃ τῶν ὅλων Ἀνδρέα ἱκέτευε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
ΚΟΝΤΑΚΙΟΝ
Τὸν τῆς ἀνδρείας ἐπώνυμον θεηγόρον, καὶ μαθητῶν τὸν πρωτόκλητον τοῦ Σωτῆρος, Πέτρου τὸν σύγγονον εὐφημήσωμεν· ὅτι ὡς πάλαι τούτῳ, καὶ νῦν ἡμῖν ἐκέκραγεν· Εὑρήκαμεν δεῦτε τὸν ποθούμενον.
ΜΕΓΑΛΥΝΑΡΙΟΝ
Πρώτος προσπελάσας τω Ιησού, Πρωτόκλητος ώφθης, και ακρότης των Μαθητών, Ανδρέα θεόπτα, εντεύθεν διανύεις, παθών τας αναβάσεις της αναστάσεως.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου