ΑΝ ΒΙΑΖΕΣΑΙ ΝΑ ΔΕΙΣ ΤΟΝ ΚΟΣΜΟ ΝΑ ΓΙΝΕΤΑΙ ΚΑΛΥΤΕΡΟΣ, ΑΡΧΙΣΕ ΑΠΟ ΤΟΝ ΕΑΥΤΟ ΣΟΥ. ΕΙΝΑΙ Ο ΣΥΝΤΟΜΟΤΕΡΟΣ ΔΡΟΜΟΣ.

Πέμπτη 18 Οκτωβρίου 2018

ΑΓΙΟΣ ΕΥΑΓΓΕΛΙΣΤΗΣ ΛΟΥΚΑΣ (ΑΠΟΛΥΤΙΚΙΟΝ - ΚΟΝΤΑΚΙΟΝ - ΟΙΚΟΣ)




Ἀπολυτίκιον
(Ἦχος γ’.)
Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Λουκᾶ, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν

Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.

Μαθητὴς γεvόμενος τοῦ Θεοῦ Λόγου, σὺν τῷ Παύλῳ ἅπασαν, ἐφωταγώγησας τὴv γῆν, καὶ τὴν ἀχλὺν ἀπεδίωξας, τὸ θεῖον γράψας, Χριστοῦ Εὐαγγέλιον.

Ὁ Οἶκος
Ὡς ἰατρὸς καὶ μαθητὴς Λουκᾶ ἠγαπημένος, μυστικῇ χειρουργίᾳ τὰ πάθη τῆς ψυχῆς μου, καὶ τὰ τοῦ σώματος ὁμοῦ ἴασαι, καὶ δὸς μοι κατὰ πάντα εὐεκτεῖν, καὶ σοῦ τὴν παναοίδιμον γηθόμενος γεραίρειν πανήγυριν, ὄμβροις τε δακρύων, ἀντὶ μύρων τὸ σεπτόν σου καὶ πάντιμον σῶμα καταβρέχειν· ὡς στήλη γὰρ ζωῆς ἐγγεγραμμένη τῷ ναῷ τῷ θαυμαστῷ τῶν Ἀποστόλων πᾶσιν ἐκφώνει, καθάπερ καὶ σὺ τὸ πρῶτον, τὸ θεῖον γράψας Χριστοῦ Εὐαγγέλιον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου