Χαίρει τῆς Δαμάστας
θεία Μονή, ἔχουσα ἐν κόλποις, τὴν Εἰκόνα σου τὴν σεπτήν, θαύματα τελοῦσαν, καὶ
βρύουσαν ἰάσεις, Παρθένε Θεοτόκε, ψυχής και σώματος.
Ηκε παραδόξως πάλαι ἡμῖν,
ἡ σεπτή Εἰκών σου, ἐπινεύσει σου θαυμαστῇ, καὶ παρέχει πᾶσι, τῆς σῆς
κηδεμονίας, τὰς θείας χορηγίας, Παρθένε Ἄχραντε.
Σκέπε ἀπὸ πάσης ἐπιβουλῆς,
καὶ σκανδάλων Κόρη, τὴν σεπτήν σου ταύτην Μονήν, την ἀνακειμένην, τῇ σῇ ἐπιστασίᾳ,
καὶ πίστει καυχωμένην, ἐν τῇ Εἰκόνι σου.
Ἱδε τοὺς
προστρέχοντας εὐλαβῶς, ταύτῃ τῇ Μονῇ σου, καὶ ἑστῶτας πίστει θερμῇ, τῇ
χαριτοβρύτῳ, Εἰκόνι σου Παρθένε, καὶ πλήρου τὰς αἰτήσεις, πάντων δεόμεθα.
Πᾶσα ἡ Φθιῶτις μετὰ
σπουδῆς, σπεύδει Θεομῆτορ, τῆς Δαμάστας ἐν τῇ Μονῇ, καὶ τὴν σὴν Εἰκόνα, πιστῶς ἀσπαζομένη,
πληροῦται οὐρανίου, ἀγαλλιάσεως.
Ρύου νοσημάτων
παντοδαπῶν, καὶ ποικίλων Κόρη, συμπτωμάτων ὀδυνηρῶν, τοὺς πιστῶς τιμῶντας, τὴν
θείαν σου Εἰκόνα, πταισμάτων αἰτουμένη, ἡμῖν συγχώρησιν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου