Όσιος Μακάριος ο Αιγύπτιος- Ομιλία Ε΄(5)
Ὁ τῶν χριστιανῶν
κόσμος ἕτερός ἐστι, καὶ διαγωγὴ καὶ νοῦς καὶ λόγος καὶ πρᾶξις ἑτέρα τυγχάνει,
καὶ ἡ τῶν ἀνθρώπων τοῦ κόσμου τούτου διαγωγὴ καὶ νοῦς καὶ λόγος καὶ πρᾶξις
ἑτέρα. Ἄλλο τί εἰσιν ἐκεῖνοι καὶ ἄλλο τί εἰσιν οὗτοι, καὶ πολλὴ διάστασις
μεταξὺ τούτων κἀκείνων. Οἱ γὰρ τῆς γῆς οἰκήτορες καὶ τὰ τέκνα τοῦ αἰῶνος τούτου
ἐοίκασι σίτῳ βεβλημένῳ ἐν σινίῳ τῆς γῆς ταύτης, σινιαζόμενοι ἐν ἀστάτοις λογισμοῖς
τοῦ κόσμου τούτου καὶ σάλῳ ἀπαύστῳ τῶν γηΐνων πραγμάτων καὶ πολυπλόκων ἐννοιῶν
ὑλικῶν τὰς ψυχάς, κλυδωνίζοντος τοῦ σινιάζοντος σατανᾶ διὰ τοῦ σινίου (τουτέστι
τῶν γηΐνων πραγμάτων) πᾶν τὸ ἁμαρτωλὸν γένος τῶν ἀνθρώπων, ἀπὸ τῆς τοῦ Ἀδὰμ
ἐκπτώσεως, παραβάντος τὴν ἐντολὴν καὶ ὑπὸ τὸν ἄρχοντα τῆς πονηρίας γεγονότος,
λαβόντος αὐτοῦ τὴν ἐξουσίαν καὶ λοιπὸν ἀπαύστοις λογισμοῖς ἀπάτης καὶ κλόνου
σινιάζοντος καὶ προσκρούοντος τῷ σινίῳ τῆς γῆς πάντας τοὺς υἱοὺς τοῦ αἰῶνος
τούτου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου